Ancient Greek · ~3 min
24.1 to 24.4
Liber Enoch, Apocalypsis Enochi 24.1-4
Not analysed yet
καὶ ἔδειξέν μοι ὄρη πυρὸς καιόμενα *****νυκτός. καὶ ἐπέκεινα αὐτῶν ἐπορεύθην καὶ ἐθεασάμην ἑπτὰ ὄρη πάντα, ἑκάτερα τοῦ ἑκατέρου διαλλάσσοντα, ὧν οἱ καλλονῇ, καὶ πάντα ἔντιμα καὶ ἔνδοξα καὶ εὐειδῆ, <τρία πρὸς> ἀνατολὰς ἐστηριγμένα ἓν τῷ ἑνί, καὶ τρία ἐπὶ νότον ἓν ἑνί. τῷ ἑνί. βαθεῖαι καὶ τραχεῖαι, μία τῇ μιᾷ οὐκ ἐγγίζουσαι. καὶ [ορι] ἕβδομον ὄρος ἀνὰ μέσον τούτων καὶ ὑπερεῖχεν τῷ ὕψει καθέδρᾳ θρόνου, καὶ περιεκύκλου περιεκύκου αὐτὸ εὐώδη. καὶ ἠν ἐν αὐτοῖς δένδρον, ὃ οὐδέποτε ὤσφρανμαι καὶ οὐδεὶς ἕτερος καὶ οὐδὲν ἕτερον ὅμοιον αὐτῷ. ὀσμὴν εἶχεν εὐωδεστέραν ἀρωμάτων καὶ τὰ φύλλα αὐτοῦ καὶ τὸ ἄνθος, καὶ τὸ δένδρον οὐ εἰς τὸν αἰῶνα. †οἱ δὲ περὶ τὸν καρπὸν ὡσεὶ βότρυες φοινίκων.