# Apocalypsis Enochi 9.1-8

Liber Enoch, Apocalypsis Enochi, 9.1 to 9.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/liber-enoch/apocalypsis-enochi/9.1

Τότε παρ<α<κύψαντες Μιχαὴλ καὶ Ο<ὐρι<ὴλ καὶ Γαβριὴλ οὗτοι ἐκ τοῦ οὐρανοῦ ἐθεάσα<ν<το αἷμα πολὺ ἐκχυννόμεν ἐπὶ τῆς τῆς, καὶ εἶπαν πρὸ<ς< ἀλλήλους· φωνὴ βοώντω<ν< γῆς· μέχρι πυλῶν τοῦ οὐρανοῦ ἐντυγχάνουσιν αἱ ψυχαὶ τῶν ἀνθρώπων λεγόντων· εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστ<ον< καὶ εἶπα<ν< τῷ κυρίῳ· σὺ εἶ κύριος τῶν κυρίων καὶ ὁ θεὸς θεῶν καὶ βασιλεὺς τῶν αἰώνων. ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος κω τὸ ὄνομά σου τὸ ἂγιον καὶ μέγα καὶ εὐλόγητον εἰς πάντας τοὺς αἰῶνας· σὺ γὰρ ἐποίησας τὰ πάντα καὶ πᾶσαν τὴν ἐξουσίαν ἒχων καὶ πάντα ἐνώπιόν σου φανερὰ καὶ ἀκάλυπτα καὶ πάντα σὺ ὁρᾷς * * * ἃ ἐποίησεν Ἀζαήλ, ὃς ἐδίδαξεν πάσας τὰς αδικίας ἐπὶ τῆς γῆς καὶ ἐδήλωσεν τὰ μυστήρια τοῦ αἰῶνος, τὰ ἐν τῷ οὐρανῷ ἃ ἐπιτηδεύουσι, <καὶ< ἒγνωσαν ἂνθρωποι, Σεμαζᾶς, ᾧ τὴν ἐξουσίαν ἒδωκας ἄρχειν τῶν σὺν αὐτῷ ἃμα ὂντων. καὶ ἐπορεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς τῆς καὶ συνεκοιμήθησαν αὐταῖς καὶ ἐμιάνθησαν καὶ ἐδήλωσαν αὐταῖς πάσας τὰς ἁμαρτίας.

---

Liber Enoch, Apocalypsis Enochi, ed. Johann Flemming, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1463.tlg001.local002/.
