Ancient Greek · ~3 min
Chapter 18
Longinus, Περὶ ὕψους 18.1
Not analysed yet
Τί δ’ ἐκεῖνα φῶμεν, τὰς πεύσεις τε καὶ ἐρωτήσεις; ἆρα οὐκ αὐταῖς ταῖς τῶν σχημάτων εἰδοποιΐαις παρὰ πολὺ ἐμπρακτότερα καὶ σοβαρώτερα συντείνει τὰ λεγόμενα; ἢ βούλεσθε εἰπέ μοι περιϊόντες ἀλλήλων πυνθάνεσθαι· λέγεταί τι καινόν; τί γὰρ ἂν γένοιτο τούτου καινότερον ἢ Μακεδὼν ἀνὴρ καταπολεμῶν τὴν Ἑλλάδα; τέθνηκε Φίλιππος; οὐ μὰ Δἴ ἀλλ’ ἀσθενεῖ. τί δ’ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε. καὶ πάλιν πλέωμεν ἐπὶ Μακεδονίαν φησί. ποῖ δὴ προσορμιούμεθα, ἤρετό τις. εὑρήσει τὰ σαθρὰ τῶν Φιλίππου πραγμάτων αὐτὸς ὁ πόλεμος. ἦν δὲ ἁπλῶς ῥηθὲν τὸ πρᾶγμα τῷ παντὶ καταδεέστερον, νυνὶ δὲ τὸ ἔνθουν καὶ ὀξύρροπον τῆς πεύσεως καὶ ἀποκρίσεως καὶ τὸ πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον ἀνθυπαντᾶν οὐ μόνον ὑψηλότερον ἐποίησε τῷ σχηματισμῷ τὸ ῥηθὲν ἀλλὰ καὶ πιστότερον.