Ancient Greek · ~2 min
Chapter 22
Longinus, Περὶ ὕψους 22.2
Not analysed yet
ἐνταῦθ̓ ἦν τὸ κατὰ τάξιν· ὦ ἄνδρες Ἴωνες, νῦν καιρός ἐστιν ὑμῖν πόνους ἐπιδέχεσθαι· ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πράγματα. ὁ δὲ τὸ μὲν ἄνδρες Ἴωνες ὑπερεβίβασεν· προεισέβαλεν οὖν εὐθὺς ἀπὸ τοῦ φόβου, ὡς μηδ’ ἀρχὴν φθάνων πρὸς τὸ ἐφεστὼς δέος προσαγορεῦσαι τοὺς ἀκούοντας· ἔπειτα δὲ τὴν τῶν νοημάτων ἀπέστρεψε τάξιν. πρὸ γὰρ τοῦ φῆσαι ὅτι αὐτοὺς δεῖ πονεῖν (τοῦτο γάρ ἐστιν ὃ παρακελεύεται), ἔμπροσθεν ἀποδίδωσι τὴν αἰτίαν, δι’ ἣν πονεῖν δεῖ, ἐπὶ ξυροῦ ἀκμῆς φήσας ἔχεται ἡμῖν τὰ πράγματα· ὡς μὴ δοκεῖν ἐσκεμμένα λέγειν, ἀλλ’ ἠναγκασμένα.