Ancient Greek · ~1 min
Chapter 26
Longinus, Περὶ ὕψους 26.3
Not analysed yet
καὶ ὅταν ὡς οὐ πρὸς ἅπαντας, ἀλλ’ ὡς πρὸς μόνον τινὰ λαλῇς, Τυδείδην δ’ οὐκ ἂν γνοίης, ποτέροισι μετείη, ἐμπαθέστερόν τε αὐτὸν ἅμα καὶ προσεκτικώτερον καὶ ἀγῶνος ἔμπλεων ἀποτελέσεις, ταῖς εἰς ἑαυτὸν προσφωνήσεσιν ἐξεγειρόμενον.