Ancient Greek · ~1 min
Chapter 27
Longinus, Περὶ ὕψους 27.4
Not analysed yet
οὐκ ἄλλως ἢ Πηνελόπη, κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο ἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι; μὴ μνηστεύσαντες, μηδ’ ἄλλοθ’ ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν, οἳ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος Ὀδυσσεὺς ἔσκε.