Ancient Greek · ~2 min
28.3 to 28.4
Longinus, Περὶ ὕψους 28.3-4
Not analysed yet
καὶ Ξενοφῶν· πόνον δὲ τοῦ ζῆν ἡδέως ἡγεμόνα νομίζετε· κάλλιστον δὲ πάντων καὶ πολεμικώτατον κτῆμα εἰς τὰς ψυχὰς συγκεκόμισθε· ἐπαινούμενοι γὰρ μᾶλλον ἢ τοῖς ἄλλοις πᾶσι χαίρετε. ἀντὶ τοῦ πονεῖν θέλετε πόνον ἡγεμόνα τοῦ ζῆν ἡδέως ποιεῖσθε εἰπὼν καὶ τἆλλ’ ὁμοίως ἐπεκτείνας μεγάλην τινὰ ἔννοιαν τῷ ἐπαίνῳ προσπεριωρίσατο. καὶ τὸ ἀμίμητον ἐκεῖνο τοῦ Ἡροδότου· τῶν δὲ Σκυθέων τοῖς συλήσασι τὸ ἱερὸν ἐνέβαλεν ἡ θεὸς θήλειαν νοῦσον.