Ancient Greek · ~2 min
Chapter 3
Longinus, Περὶ ὕψους 3.4
Not analysed yet
κακοὶ δὲ ὄγκοι καὶ ἐπὶ σωμάτων καὶ λόγων, οἱ χαῦνοι καὶ ἀναλήθεις καὶ μήποτε περιιστάντες ἡμᾶς εἰς τοὐναντίον· οὐδὲν γάρ φασι ξηρότερον ὑδρωπικοῦ. ἀλλὰ τὸ μὲν οἰδοῦν ὑπεραίρειν βούλεται τὰ ὕψη, τὸ δὲ μειρακιῶδες ἄντικρυς ὑπεναντίον τοῖς μεγέθεσι· ταπεινὸν γὰρ ἐξ ὅλου καὶ μικρόψυχον καὶ τῷ ὄντι κακὸν ἀγενέστατον. τί ποτ’ οὖν τὸ μειρακιῶδές ἐστιν; ἢ δῆλον ὡς σχολαστικὴ νόησις, ὑπὸ περιεργασίας λήγουσα εἰς ψυχρότητα; ὀλισθαίνουσι δ’ εἰς τοῦτο τὸ γένος ὀρεγόμενοι μὲν τοῦ περιττοῦ καὶ πεποιημένου καὶ μάλιστα τοῦ ἡδέος, ἐποκέλλοντες δὲ εἰς τὸ ῥωπικὸν καὶ κακόζηλον.