Ancient Greek · ~2 min
Chapter 30
Longinus, Περὶ ὕψους 30.1
Not analysed yet
Ἐπειδὴ μέντοι ἡ τοῦ λόγου νόησις ἥ τε φράσις τὰ πλείω δι’ ἑκατέρου διέπτυκται, ἴθι δή, ἂν τοῦ φραστικοῦ μέρους ᾖ τινα λοιπὰ ἔτι, προσεπιθεασώμεθα. ὅτι μὲν τοίνυν ἡ τῶν κυρίων καὶ μεγαλοπρεπῶν ὀνομάτων ἐκλογὴ θαυμαστῶς ἄγει καὶ κατακηλεῖ τοὺς ἀκούοντας, καὶ ὡς πᾶσι τοῖς ῥήτορσι καὶ συγγραφεῦσι κατ’ ἄκρον ἐπιτήδευμα, μέγεθος ἅμα κάλλος εὐπίνειαν βάρος ἰσχὺν κράτος, ἔτι δὲ τἆλλα ἂν ὦσί τινα τοῖς λόγοις ὥσπερ ἀγάλμασι καλλίστοις δι’ αὑτῆς ἐπανθεῖν παρασκευάζουσα καὶ οἱονεὶ ψυχήν τινα τοῖς πράγμασι φωνητικὴν ἐντιθεῖσα, μὴ καὶ περιττὸν ᾖ πρὸς εἰδότας διεξιέναι. φῶς γὰρ τῷ ὄντι ἴδιον τοῦ νοῦ τὰ καλὰ ὀνόματα.