Ancient Greek · ~1 min
Chapter 32
Longinus, Περὶ ὕψους 32.6
Not analysed yet
ταῦτα καὶ τὰ παραπλήσια μυρἴ ἄττα ἐστὶν ἑξῆς· ἀπόχρη δὲ τὰ δεδηλωμένα, ὡς μεγάλαι τε φύσιν εἰσὶν αἱ τροπικαί, καὶ ὡς ὑψηλοποιὸν αἱ μεταφοραί, καὶ ὅτι οἱ παθητικοὶ καὶ φραστικοὶ κατὰ τὸ πλεῖστον αὐταῖς χαίρουσι τόποι.