Ancient Greek · ~1 min
Chapter 38
Longinus, Περὶ ὕψους 38.1
Not analysed yet
στοι καὶ αἱ τοιαῦται· εἰ μὴ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε. διόπερ εἰδέναι χρὴ τὸ μέχρι ποῦ παροριστέον ἕκαστον· τὸ γὰρ ἐνίοτε περαιτέρω προεκπίπτειν ἀναιρεῖ τὴν ὑπερβολὴν καὶ τὰ τοιαῦτα ὑπερτεινόμενα χαλᾶται, ἔσθ’ ὅτε δὲ καὶ εἰς ὑπεναντιώσεις ἀντιπεριΐσταται.