Ancient Greek · ~2 min
38.5 to 38.6
Longinus, Περὶ ὕψους 38.5-6
Not analysed yet
ἔστι γάρ, ὡς οὐ διαλείπω λέγων, παντὸς τολμήματος λεκτικοῦ λύσις καὶ πανάκειά τις τὰ ἐγγὺς ἐκστάσεως ἔργα καὶ πάθη· ὅθεν καὶ τὰ κωμικὰ καίτοιγ’ εἰς ἀπιστίαν ἐκπίπτοντα πιθανὰ διὰ τὸ γελοῖον· ἀγρὸν ἔσχ’ ἐλάττω γῆν ἔχοντ’ ἐπιστολῆς. καὶ γὰρ ὁ γέλως πάθος ἐν ἡδονῇ. αἱ δ’ ὑπερβολαὶ καθάπερ ἐπὶ τὸ μεῖζον, οὕτως καὶ ἐπὶ τοὔλαττον, ἐπειδὴ κοινὸν ἀμφοῖν ἡ ἐπίτασις· καί πως ὁ διασυρμὸς ταπεινότητός ἐστιν αὔξησις.