Ancient Greek · ~2 min
Chapter 4
Longinus, Περὶ ὕψους 4.3
Not analysed yet
τοῖς δὲ Ἀθηναίοις ἁλοῦσι περὶ Σικελίαν τίνα τρόπον ἐπιφωνεῖ; ὅτι εἰς τὸν Ἑρμῆν ἀσεβήσαντες καὶ περικόψαντες αὐτοῦ τὰ ἀγάλματα, διὰ τοῦτ’ ἔδωκαν δίκην, οὐχ ἥκιστα δι’ ἕνα ἄνδρα, ὃς ἀπὸ τοῦ παρανομηθέντος διὰ πατέρων ἦν, Ἑρμοκράτη τὸν Ἕρμωνος. ὥστε θαυμάζειν με, Τερεντιανὲ ἥδιστε, πῶς οὐ καὶ εἰς Διονύσιον γράφει τὸν τύραννον· ἐπεὶ γὰρ εἰς τὸν Δία καὶ τὸν Ἡρακλέα δυσσεβὴς ἐγένετο, διὰ τοῦτ’ αὐτὸν Δίων καὶ Ἡρακλείδης τῆς τυραννίδος ἀφείλοντο.