Ancient Greek · ~2 min
40.3 to 40.4
Longinus, Περὶ ὕψους 40.3-4
Not analysed yet
μετά γέ τοι τὴν τεκνοκτονίαν Ἡρακλῆς φησι, γέμω κακῶν δὴ κοὐκέτ’ ἔσθ’ ὅποι τεθῇ. σφόδρα δημῶδες τὸ λεγόμενον, ἀλλὰ γέγονεν ὑψηλὸν τῇ πλάσει ἀναλογοῦν, εἰ δ’ ἄλλως αὐτὸ συναρμόσεις, φανήσεταί σοι, διότι τῆς συνθέσεως ποιητὴς ὁ Εὐριπίδης μᾶλλόν ἐστιν ἢ τοῦ νοῦ. ἐπὶ δὲ τῆς συρομένης ὑπὸ τοῦ ταύρου Δίρκης, εἰ δέ που τύχοι πέριξ ἑλίξας, εἷλχ’ ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί, ἔστι μὲν γενναῖον καὶ τὸ λῆμμα, ἁδρότερον δὲ γέγονε τῷ τὴν ἁρμονίαν μὴ κατεσπεῦσθαι μηδ’ οἷον ἐν ἀποκυλίσματι φέρεσθαι, ἀλλὰ στηριγμούς τε ἔχειν πρὸς ἄλληλα τὰ ὀνόματα καὶ ἐξερείσματα τῶν χρόνων πρὸς ἑδραῖον διαβεβηκότα μέγεθος.