Ancient Greek · ~2 min
Chapter 43
Longinus, Περὶ ὕψους 43.1
Not analysed yet
Δεινὴ δ’ αἰσχῦναι τὰ μεγέθη καὶ ἡ μικρότης τῶν ὀνομάτων. παρὰ γοῦν τῷ Ἡροδότῳ κατὰ μὲν τὰ λήμματα δαιμονίως ὁ χειμὼν πέφρασται, τινὰ δὲ νὴ Δία περιέχει τῆς ὕλης ἀδοξότερα, καὶ τοῦτο μὲν ἴσως ζεσάσης δὲ τῆς θαλάσσης, ὡς τὸ ζεσάσης πολὺ τὸ ὕψος περισπᾷ διὰ τὸ κακόστομον· ἀλλ’ ὁ ἄνεμος φησὶν ἐκοπίασεν, καὶ τοὺς περὶ τὸ ναυάγιον δρασσομένους ἐξεδέχετο τέλος ἀχάριστον. ἄσεμνον γὰρ τὸ κοπιάσαι ἰδιωτικόν, τὸ δ᾽ ἀχάριστον τηλικούτου πάθους ἀνοίκειον.