Ancient Greek · ~2 min
Chapter 43
Longinus, Περὶ ὕψους 43.5
Not analysed yet
οὐ γὰρ δεῖ καταντᾶν ἐν τοῖς ὕψεσιν εἰς τὰ ῥυπαρὰ καὶ ἐξυβρισμένα, ἂν μὴ σφόδρα ὑπό τινος ἀνάγκης συνδιωκώμεθα, ἀλλὰ τῶν πραγμάτων πρέποι ἂν καὶ τὰς φωνὰς ἔχειν ἀξίας καὶ μιμεῖσθαι τὴν δημιουργήσασαν φύσιν τὸν ἄνθρωπον ἥτις ἐν ἡμῖν τὰ μέρη τὰ ἀπόρρητα οὐκ ἔθηκεν ἐν προσώπῳ, οὐδὲ τὰ τοῦ παντὸς ὄγκου περιηθήματα, ἀπεκρύψατο δὲ ὡς ἐνῆν καὶ κατὰ τὸν Ξενοφῶντα τοὺς τούτων ὅτι πορρωτάτω ὀχετοὺς ἀπέστρεψεν, οὐδαμῆ καταισχύνασα τὸ τοῦ ὅλου ζῴου κάλλος.