Ancient Greek · ~2 min
44.4 to 44.5
Longinus, Περὶ ὕψους 44.4-5
Not analysed yet
διὰ τοῦτο τὰς μὲν ἄλλας ἕξεις καὶ εἰς οἰκέτας πίπτειν ἔφασκεν, δοῦλον δὲ μηδένα γίνεσθαι ῥήτορα· εὐθὺς γὰρ ἀναζεῖ τὸ ἀπαρρησίαστον καὶ οἷον ἔμφρουρον ὑπὸ συνηθείας ἀεὶ κεκονδυλισμένον· ἥμισυ γάρ τ’ ἀρετῆς κατὰ τὸν Ὅμηρον ἀποαίνυται δούλιον ἦμαρ. ὥσπερ οὖν, εἴ γε φησὶ τοῦτο πιστὸν ἀκούω, τὰ γλωττόκομα, ἐν οἷς οἱ Πυγμαῖοι καλούμενοι δὲ νᾶνοι τρέφονται, οὐ μόνον κωλύει τῶν ἐγκεκλεισμένων τὰς αὐξήσεις, ἀλλὰ καὶ συναραιοῖ διὰ τὸν περικείμενον τοῖς σώμασι δεσμόν· οὕτως ἅπασαν δουλείαν, κἂν ᾖ δικαιοτάτη, ψυχῆς γλωττόκομον καὶ κοινὸν δή τις ἀπεφήνατο δεσμωτήριον.