Ancient Greek · ~2 min
Chapter 8
Longinus, Περὶ ὕψους 8.2
Not analysed yet
ἀλλ’ εἰ μὲν ὡς ἕν τι ταῦτ’ ἄμφω, τό τε ὕψος καὶ τὸ παθητικόν, καὶ ἔδοξεν αὐτῷ πάντη συνυπάρχειν τε ἀλλήλοις καὶ συμπεφυκέναι, διαμαρτάνει· καὶ γὰρ πάθη τινὰ διεστῶτα ὕψους καὶ ταπεινὰ εὑρίσκεται, καθάπερ οἶκτοι λῦπαι φόβοι, καὶ ἔμπαλιν πολλὰ ὕψη δίχα πάθους, ὡς πρὸς μυρίοις ἄλλοις καὶ τὰ περὶ τοὺς Ἀλωάδας τῷ ποιητῇ παρατετολμημένα, Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν· αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἄμβατος εἴη· καὶ τὸ τούτοις ἔτι μεῖζον ἐπιφερόμενον, καί νύ κεν ἐξετέλεσσαν.