Ancient Greek · ~2 min
Chapter 9
Longinus, Περὶ ὕψους 9.5
Not analysed yet
ᾧ ἀνόμοιόν γε τὸ Ἡσιόδειον ἐπὶ τῆς Ἀχλύος, εἴγε Ἡσιόδου καὶ τὴν Ἀσπίδα θετέον· τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον· οὐ γὰρ δεινὸν ἐποίησε τὸ εἴδωλον, ἀλλὰ μισητόν. ὁ δὲ πῶς μεγεθύνει τὰ δαιμόνια; ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν, ἥμενος ἐν σκοπτῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον· τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι. τὴν ὁρμὴν αὐτῶν κοσμικῷ διαστήματι καταμετρεῖ. τίς οὖν οὐκ ἂν εἰκότως διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους ἐπιφθέγξαιτο, ὅτι ἂν δὶς ἐξῆς ἐφορμήσωσιν οἱ τῶν θεῶν ἵπποι, οὐκέθ’ εὑρήσουσιν ἐν κόσμῳ τόπον;