Ancient Greek · ~2 min
Book 3, Chapter 12
Longus, Δάφνις καὶ Χλόη 3.12.2
Not analysed yet
Εὐθὺς οὖν δρόμος ἦν ἐπὶ τὰς Νύμφας καὶ τὸ ἄντρον, ἐντεῦθεν ἐπὶ τὸν Πᾶνα καὶ τὴν πίτυν, εἶτα ἐπὶ τὴν δρῦν, ὑφ’ ἣν καθίζοντες καὶ τὰς ἀγέλας ἔνεμον καὶ ἀλλήλους κατεφίλουν. Ἀνεζήτησαν δὲ καὶ ἄνθη στεφανῶσαι θέλοντες τοὺς θεούς· τὰ δὲ ἄρτι ὁ ζέφυρος τρέφων καὶ ὁ ἥλιος θερμαίνων ἐξῆγεν· ὅμως δὲ εὑρέθη καὶ ἴα καὶ νάρκισσος καὶ ἀναγαλλὶς καὶ ὅσα ἦρος πρωτοφορήματα.