Ancient Greek · ~3 min
Book 3, Chapter 13
Longus, Δάφνις καὶ Χλόη 3.13
Not analysed yet
Ἐβληχήσατό που καὶ ποίμνιον· ἐσκίρτησάν που καὶ ἄρνες καὶ ταῖς μητράσιν ὑποκλάσαντες τὴν θηλὴν ἔσπασαν· τὰς δὲ μήπω τετοκυίας οἱ κριοὶ καταδιώκοντες καὶ κάτω στήσαντες ἔβαινον ἄλλος ἄλλην. Ἐγίνοντο καὶ τράγων διώγματα καὶ ἐς τὰς αἶγας ἐρωτικώτερα πηδήματα, καὶ ἐμάχοντο περὶ τῶν αἰγῶν· καὶ ἕκαστος εἶχεν ἰδίας καὶ ἐφύλαττε μή τις αὐτὰς μοιχεύσῃ λαθών. Καὶ γέροντας ὁρῶντας ἐξώρμησεν ἂν εἰς Ἀφροδίτην τὰ τοιαῦτα θεάματα· οἱ δὲ καὶ νέοι καὶ σφριγῶντες καὶ πολὺν ἤδη χρόνον ἔρωτα ζητοῦντες ἐξεκάοντο πρὸς τὰ ἀκούσματα καὶ ἐτήκοντο πρὸς τὰ θεάματα καὶ ἐζήτουν καὶ αὐτοὶ περιττότερόν τι φιλήματος καὶ περιβολῆς, μάλιστα δὲ ὁ Δάφνις. Οἷα γοῦν ἐνηβήσας τῇ κατὰ τὸν χειμῶνα οἰκουρίᾳ καὶ εὐσχολίᾳ πρός τε τὰ φιλήματα ὤργα καὶ πρὸς τὰς περιβολὰς ἐσκιτάλιζε καὶ ἦν ἐς πᾶν ἔργον περιεργότερος καὶ θρασύτερος.