Ancient Greek · ~3 min
Book 3, Chapter 16
Longus, Δάφνις καὶ Χλόη 3.16
Not analysed yet
Τῆς ἐπιούσης ὡς πάλιν παρὰ τὴν γυναῖκα τὴν τίκτουσαν ἀπιοῦσα φανερῶς ἐπὶ τὴν δρῦν, ἔνθα ἐκαθέζοντο Δάφνις καὶ Χλόη, παραγίνεται καὶ ἀκριβῶς μιμησαμένη τὴν τεταραγμένην “σῶσόν με” εἶπε “Δάφνι, τὴν ἀθλίαν· ἐκ γάρ μοι τῶν χηνῶν τῶν εἴκοσιν ἕνα τὸν κάλλιστον ἀετὸς ἥρπασε καὶ οἷα μέγα φορτίον ἀράμενος οὐκ ἐδυνήθη μετέωρος ἐπὶ τὴν συνήθη τὴν ὑψηλὴν κομίσαι ἐκείνην πέτραν, ἀλλ’ εἰς τήνδε τὴν ὕλην τὴν ταπεινὴν ἔχων κατέπεσε. Σὺ τοίνυν, πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην (μόνη γὰρ δέδοικα) σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον. Τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. Τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη· πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν.”