Ancient Greek · ~2 min
Book 3, Chapter 25
Longus, Δάφνις καὶ Χλόη 3.25.2
Not analysed yet
Ἡ μὲν οὖν Νάπη ταῖς ἐλπίσιν ἐπαιρομένη συνεβούλευεν ἐκδιδόναι τὴν Χλόην μηδὲ κατέχειν οἴκοι πρὸς πλέον τηλικαύτην κόρην, ἣ τάχα μικρὸν ὕστερον νέμουσα τὴν παρθενίαν ἀπολέσει καὶ ἄνδρα ποιήσεταί τινα τῶν ποιμένων ἐπὶ μήλοις ἢ ῥόδοις, ἀλλ’ ἐκείνην τε ποιῆσαι δέσποιναν οἰκίας καὶ αὐτοὺς πολλὰ λαβόντας ἰδίῳ φυλάττειν αὐτὰ καὶ γνησίῳ παιδίῳ (ἐγεγόνει γὰρ αὐτοῖς ἄρρεν παιδίον οὐ πρὸ πολλοῦ τινος)·