Ancient Greek · ~2 min
Book 3, Chapter 32
Longus, Δάφνις καὶ Χλόη 3.32.1
Not analysed yet
Καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐφίλησέ τε αὐτὸν καὶ ὤρεξε πότον ἤδη μεσημβρίας ἀκμαζούσης καὶ προύπεμψε μέχρι τινός, φιλοφρονούμενος πάντα· ὁ δὲ Δρύας οὐ παρέργως ἀκούσας τὸν ὕστερον λόγον τοῦ Λάμωνος ἐφρόντιζε βαδίζων καθ’ αὑτὸν ὅστις ὁ Δάφνις. “Ἐτράφη μὲν ὑπ’ αἰγὸς ὡς κηδομένων θεῶν· ἔστι δὲ καλὸς καὶ οὐδὲν ἐοικὼς σιμῷ γέροντι καὶ μαδώσῃ γυναικί· εὐπόρησε δὲ καὶ τρισχιλίων, ὅσον οὐδὲ ἀχράδων εἰκὸς ἔχειν αἰπόλον.