Ancient Greek · ~2 min
Book 4, Chapter 1
Longus, Δάφνις καὶ Χλόη 4.1
Not analysed yet
Ἥκων δέ τις ἐκ τῆς Μυτιλήνης ὁμόδουλος τοῦ Λάμωνος ἤγγειλεν ὅτι ὀλίγον πρὸ τοῦ τρυγητοῦ ὁ δεσπότης ἀφίξεται μαθησόμενος μή τι τοὺς ἀγροὺς ὁ τῶν Μηθυμναίων ἐπίπλους ἐλυμήνατο. Ἤδη οὖν τοῦ θέρους ἀπιόντος καὶ τοῦ μετοπώρου προσιόντος παρεσκεύαζεν αὐτῷ τὴν καταγωγὴν ὁ Λάμων εἰς πᾶσαν θέας ἡδονήν. Πηγὰς ἐξεκάθαιρεν, ὡς τὸ ὕδωρ καθαρὸν ἔχοιεν· τὴν κόπρον ἐξεφόρει τῆς αὐλῆς, ὡς ἀπόζουσα μὴ διοχλοίη· τὸν παράδεισον ἐθεράπευεν, ὡς ὀφθείη καλός.