Ancient Greek · ~2 min
4.18.1 to 4.18.2
Longus, Δάφνις καὶ Χλόη 4.18.1-2
Not analysed yet
Ἡδὺ γελάσας ὁ Ἀστύλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ᾧ τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λάμωνι. Ὁ μὲν οὖν Δάφνις ἐκ. πλαγεὶς ἐγίνωσκεν ἅμα τῇ Χλόῃ τολμῆσαι φυγεῖν ἢ ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών· ὁ δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάλην “οἰχόμεθα” εἶπεν “ὦ γύναι. Ἥκει καιρὸς ἐκκαλύπτειν τὰ κρυπτά.