Ancient Greek · ~2 min
Book 4, Chapter 23
Longus, Δάφνις καὶ Χλόη 4.23
Not analysed yet
Μόλις μετὰ τὸν ὅρκον ἔστη καὶ τὸν Ἀστύλον τρέχοντα περιέμεινε καὶ προσελθόντα κατεφίλησεν. Ἐν ᾧ δὲ ἐκεῖνον ἐφίλει, πλῆθος τὸ λοιπὸν ἐπιρρεῖ θεραπόντων, θεραπαινῶν, αὐτὸς ὁ πατήρ, ἡ μήτηρ μετ’ αὐτοῦ. Οὗτοι πάντες περιέβαλλον, κατεφίλουν, χαίροντες κλάοντες. Ὁ δὲ τὸν πατέρα καὶ τὴν μητέρα πρὸ τῶν ἄλλων ἐφιλοφρονεῖτο, καὶ ὡς πάλαι εἰδὼς προσεστερνίζετο καὶ ἐξελθεῖν τῶν περιβολῶν οὐκ ἤθελεν· οὕτω φύσις ταχέως πιστοῦται. Ἐξελάθετο καὶ Χλόης πρὸς ὀλίγον· καὶ ἐλθὼν εἰς τὴν ἔπαυλιν ἐσθῆτά εἰς τὴν ἔπαυλιν ἐσθῆτά τε ἔλαβε πολυτελῆ καὶ παρὰ τὸν πατέρα τὸν ἴδιον καθεσθεὶς ἤκουεν αὐτοῦ λέγοντος οὕτως·