Ancient Greek · ~2 min
Book 4, Chapter 27
Longus, Δάφνις καὶ Χλόη 4.27
Not analysed yet
Ἐν ᾧ δὲ Δάφνις ἐν θυσίαις ἦν, τάδε γίνεται περὶ τὴν Χλόην. Ἐκάθητο κλάουσα, λέγουσα, οἷα εἰκὸς ἦν· “Ἐξελάθετό μου Δάφνις. Ὀνειροπολεῖ γάμους πλουσίους. Τί γὰρ αὐτὸν ὀμνύειν ἀντὶ τῶν Νυμφῶν τὰς αἶγας ἐκέλευον; Κατέλιπε ταύτας ὡς καὶ Χλόην. Οὐδὲ θύων ταῖς Νύμφαις καὶ τῷ Πανὶ ἐπεθύμησεν ἰδεῖν Χλόην. Εὗρεν ἴσως παρὰ τῇ μητρὶ θεραπαίνας ἐμοῦ κρείττονας. Χαιρέτω· ἐγὼ δὲ οὐ ζήσομαι.”