# Χάρων ἢ Ἐπισκοποῦντες 12

Lucian, Χάρων ἢ Ἐπισκοποῦντες, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-10/12

εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον; νὴ Δίʼ· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον. οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν, εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς; πῶς γὰρ οὔ; πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν; εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ; οὐ πάνυ τι. τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε. πῶς ἀμείνων ὁ σίδηρος χρυσίου; ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν. ἐρώτα, ὦ Σόλων. πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν; οἱ σώζοντες δηλαδή. ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε; ὁ σίδηρος δῆλον ὅτι. καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος. εὐφήμει, ἄνθρωπε. μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν. οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν; οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ ἤν τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν. ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.

---

Lucian, Χάρων ἢ Ἐπισκοποῦντες, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg023.local001/.
