# Περὶ τῶν ἐν Μισθῷ συνόντων 15

Lucian, Περὶ τῶν ἐν Μισθῷ συνόντων, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-14/15

σὺ δʼ ὥσπερ εἰς τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον τοῦ μὴ παρʼ ἄλλῳ πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι. ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.

---

Lucian, Περὶ τῶν ἐν Μισθῷ συνόντων, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg033.local001/.
