# Περὶ τῆς Περεγρίνου Τελευτῆς 23

Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς, Section 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-15/23

καίτοι φησὶν ὅτι ὑπὲρ τῶν ἀνθρώπων αὐτὸ δρᾷ, ὡς διδάξειεν αὐτοὺς θανάτου καταφρονεῖν καὶ ἐγκαρτερεῖν τοῖς δεινοῖς. ἐγὼ δὲ ἡδέως ἂν ἐροίμην οὐκ ἐκεῖνον ἀλλʼ ὑμᾶς, εἰ καὶ τοὺς κακούργους βούλοισθε ἂν μαθητὰς αὐτοῦ γενέσθαι τῆς καρτερίας ταύτης καὶ καταφρονεῖν θανάτου καὶ καύσεως καὶ τῶν τοιούτων δειμάτων. ἀλλʼ οὐκ ἂν εὖ οἶδʼ ὅτι βουληθείητε. πῶς οὖν ὁ Πρωτεὺς τοῦτο διακρινεῖ καὶ τοὺς μὲν χρηστοὺς ὠφελήσει, τοὺς δὲ πονηροὺς οὐ φιλοκινδυνοτέρους καὶ τολμηροτέρους ἀποφανεῖ;

---

Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg042.local001/.
