# Περὶ τῆς Περεγρίνου Τελευτῆς 44

Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς, Section 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-15/44

ἀλλὰ μικρὸν πρὸ τῆς τελευτῆς, πρὸ ἐννέα σχεδόν που ἡμερῶν, πλεῖον, οἶμαι, τοῦ ἱκανοῦ ἐμφαγὼν ἤμεσέν τε τῆς νυκτὸς καὶ ἑάλω πυρετῷ μάλα σφοδρῷ. ταῦτα δέ μοι Ἀλέξανδρος ὁ ἰατρὸς διηγήσατο μετακληθεὶς ὡς ἐπισκοπήσειεν αὐτόν. ἔφη οὖν καταλαβεῖν αὐτὸν χαμαὶ κυλιόμενον καὶ τὸν φλογμὸν οὐ φέροντα καὶ ψυχρὸν αἰτοῦντα πάνυ ἐρωτικῶς, ἑαυτὸν δὲ μὴ δοῦναι. καίτοι εἰπεῖν ἔφη πρὸς αὐτὸν ὡς εἰ πάντως θανάτου δέοιτο, ἥκειν αὐτὸν ἐπὶ τὰς θύρας αὐτόματον, ὥστε καλῶς ἔχειν ἕπεσθαι μηδὲν τοῦ πυρὸς δεόμενον· τὸν δʼ αὖ φάναι, ἀλλʼ οὐχ ὁμοίως ἔνδοξος ὁ τρόπος γένοιτʼ ἂν, πᾶσιν κοινὸς ὤν.

---

Lucian, Περὶ τῆς Περεγρίνου Τελευτῆς, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg042.local001/.
