# Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 1

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-16/1

τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης; πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν. ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; μὰ Δία. Τί δέ, ἰατρικήν; οὐδὲ ταύτην. ἀλλὰ γεωμετρίαν; οὐδαμῶς. τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία. ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς. ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης. ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί. τίνος οὖν ἑτέρας; τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν. τίνα ταύτην; οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ. ἀλλʼ οὐκ ἀνέξομαι. τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι. καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν. εἰσαῦθις, ὦ Τυχιάδη. μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ. ἡ παρασιτική.

---

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg030.local001/.
