# Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 49

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, Section 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-16/49

σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.

---

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg030.local001/.
