# Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 54

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, Section 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-16/54

ἀλλʼ, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν. ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς· οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος· ἄλλως γὰρ οὐδὲ παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος. εἰ δὲ ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται· ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν. οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος τροφῆς ἔοικεν· ὥστε οὔτʼ ἐπὶ τούτῳ οὔτʼ ἐπʼ ἄλλῳ ἐστὶν ὅτῳ λυπηθείη ἄν.

---

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg030.local001/.
