# Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 56

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, Section 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-16/56

παρασίτου μέντοι οὐδεὶς ἔχοι κατηγορῆσαι μοιχείαν ἢ βίαν ἢ ἁρπαγὴν ἢ ἄλλο τι ἀδίκημα ἁπλῶς· ἐπεὶ ὅ γε τοιοῦτος οὐκ ἂν εἴη παράσιτος, ἀλλʼ ἑαυτὸν ἐκεῖνος ἀδικεῖ. ὥστʼ εἰ μοιχεύσας τύχοι, ἅμα τῷ ἀδικήματι καὶ τοὔνομα μεταλαμβάνει τοῦ ἀδικήματος. ὥσπερ γὰρ ὁ ἀγαθὸς φαῦλα ποιῶν διὰ τοῦτο οὐκ ἀγαθός, ἀλλὰ φαῦλος εἶναι ἀναλαμβάνει, οὕτως, οἶμαι, καὶ ὁ παράσιτος, ἐάν τι ἀδικῇ, αὐτὸ μὲν τοῦτο ὅπερ ἐστὶν ἀποβάλλει, ἀναλαμβάνει δὲ ὃ ἀδικεῖ. ἀδικήματα δὲ τοιαῦτα ῥητόρων καὶ φιλοσόφων ἄφθονα οὐ μόνον ἴσμεν αὐτοὶ γεγονότα καθʼ ἡμᾶς, ἀλλὰ κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν. ἀπολογία μὲν γὰρ Σωκράτους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημοσθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδʼ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμμένην.

---

Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg030.local001/.
