# Περὶ τῆς Συρίης Θεοῦ 25

Lucian, Περὶ τῆς Συρίης Θεοῦ, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-19/25

ὁ δὲ τέως μὲν ἑστήκεεν λέγων οὐδέν· ἐπεὶ δὲ ἤδη ἐς τὸν φόνον ἤγετο, φθέγξατό τε καὶ τὸ κειμήλιον αἴτεε, λέγων ὡς ἀναιρέει μιν οὐχ ὕβριος οὐδὲ γάμων εἵνεκα, ἀλλὰ ἐκείνων ἐπιθυμέων τά οἱ ἀπιὼν παρεθήκατο. πρὸς τάδε ὁ βασιλεὺς καλέσας τὸν ταμίην ἐκέλευεν ἐνεῖκαι τά οἱ φρουρέειν ἔδωκεν· ὡς δὲ ἤνεικεν, λύσας τὴν σφρηγῖδα ὁ Κομβάβος τά τε ἐνεόντα ἐπέδειξεν καὶ ἑωυτὸν ὁκοῖα ἐπεπόνθεεν, ἔλεξέ τε, ὦ βασιλεῦ, τάδε τοι ἐγὼ ὀρρωδέων, εὖτέ με ταύτην ὁδὸν ἔπεμπες, ἀέκων ᾖον· καὶ ἐπεί με ἀναγκαίη μεγάλη ἐκ σέο κατέλαβεν, τοιάδε ἐπετέλεσα, ἐσθλὰ μὲν ἐς δεσπότεα, ἐμοὶ δὲ οὐκ εὐτυχέα. τοιόσδε μέντοι ἐὼν ἀνδρὸς ἐπʼ ἀδικίην ἐγκαλέομαι.

---

Lucian, Περὶ τῆς Συρίης Θεοῦ, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg041.local001/.
