# Περὶ τῆς Συρίης Θεοῦ 29

Lucian, Περὶ τῆς Συρίης Θεοῦ, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-19/29

ἡ δέ οἱ ἄνοδος τοιήδε· σειρῇ μικρῇ ἑωυτόν τε ἅμα καὶ τὸν φαλλὸν περιβάλλει, μετὰ δὲ ἐπιβαίνει ξύλων προσφυῶν τῷ φαλλῷ ὁκόσον ἐς χώρην ἄκρου ποδός· ἀνιὼν δὲ ἅμα ἀναβάλλει τὴν σειρὴν ἀμφοτέρωθεν ὅκωσπερ ἡνιοχέων. εἰ δέ τις τόδε μὲν οὐκ ὄπωπεν, ὄπωπεν δὲ φοινικοβατέοντας ἢ ἐν Ἀραβίῃ ἢ ἐν Αἰγύπτῳ ἢ ἄλλοθί κου, οἶδε τὸ λέγω. Ἐπεὰν δὲ ἐς τέλος ἵκηται τῆς ὁδοῦ, σειρὴν ἑτέρην ἀφεὶς τὴν αὐτὸς ἔχει, μακρὴν ταύτην, ἀνέλκει τῶν οἱ θυμός, ξύλα καὶ εἵματα καὶ σκεύεα, ἀπὸ τῶν ἕδρην συνδέων ὁκοίην καλιὴν ἱζάνει, μίμνει τε χρόνον τῶν εἶπον ἡμερέων. πολλοὶ δὲ ἀπικνεόμενοι χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ χαλκόν, τὰ νομίζουσιν, ἐς ἐχῖνον πρόσθε κείμενον κατιᾶσιν, λέγοντες τὰ οὐνόματα ἕκαστος. παρεστεὼς δὲ ἄλλος ἄνω ἀγγέλλει· ὁ δὲ δεξάμενος τοὔνομα εὐχωλὴν ἐς ἕκαστον ποιέεται, ἅμα δὲ εὐχόμενος κροτέει ποίημα χάλκεον, τὸ ἀείδει μέγα καὶ τρηχὺ κινεόμενον. εὕδει δὲ οὐδαμά· ἢν γάρ μιν ὕπνος ἕλῃ ποτέ, σκορπίος ἀνιὼν ἀνεγείρει τε καὶ ἀεικέα ἐργάζεται, καί οἱ ἥδε ἡ ζημίη τοῦ ὕπνου ἐπικέαται. τὰ μὲν ὦν ἐς τὸν σκορπίον μυθέονται ἱρά τε καὶ θεοπρεπέα· εἰ δὲ ἀτρεκέα ἐστίν, οὐκ ἔχω ἐρέειν. δοκέει δέ μοι, μέγα ἐς ἀγρυπνίην συμβάλλεται καὶ τῆς πτώσιος ἡ ὀρρωδίη. Φαλλοβατέων μὲν δὴ πέρι τοσάδε ἀρκέει.

---

Lucian, Περὶ τῆς Συρίης Θεοῦ, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg041.local001/.
