# Περὶ τῆς Συρίης Θεοῦ 30

Lucian, Περὶ τῆς Συρίης Θεοῦ, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-19/30

ὁ δὲ νηὸς ὁρέει μὲν ἐς ἠέλιον ἀνιόντα, εἶδος δὲ καὶ ἐργασίην ἐστὶν ὁκοίους νηοὺς ἐν Ἰωνίῃ ποιέουσιν. ἕδρη μεγάλη ἀνέχει ἐκ γῆς μέγαθος ὀργυιέων δυοῖν, ἐπὶ τῆς ὁ νηὸς ἐπικέαται. ἄνοδος ἐς αὐτὸν λίθου πεποίηται, οὐ κάρτα μακρή. ἀνελθόντι δὲ θωῦμα μὲν καὶ ὁ πρόνηος μέγα παρέχεται θύρῃσί τε ἤσκηται χρυσέῃσιν· ἔνδοθεν δὲ ὁ νηὸς χρυσοῦ τε πολλοῦ ἀπολάμπεται καὶ ἡ ὀροφὴ πᾶσα χρυσέη. ἀπόζει δὲ αὐτοῦ ὀδμὴ ἀμβροσίη ὁκοίη λέγεται τῆς χώρης τῆς Ἀραβίης, καί σοι τηλόθεν ἀνιόντι προσβάλλει πνοιὴν κάρτα ἀγαθήν· καὶ ἢν αὖτις ἀπίῃς, οὐδαμὰ λείπεται, ἀλλά σευ τά τε εἵματα ἐς πολλὸν ἔχει τὴν πνοιὴν καὶ σὺ ἐς πάμπαν αὐτῆς μνήσεαι.

---

Lucian, Περὶ τῆς Συρίης Θεοῦ, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg041.local001/.
