# Θεῶν Κρίσις 11

Lucian, Θεῶν Κρίσις, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-20/11

ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ἥδε δὲ ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ προσαγωγὸν ἐμειδίασεν — ἀλλʼ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθʼ ἑκάστην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντῃ τὰς ὄψεις περισπώμενος. οὕτω ποιῶμεν. ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε. περιμενῶ, κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα σοι καὶ τἄλλα ἤδη σκοπεῖν εἰ καλά σοι, τὰ δῶρα τῆς ψήφου τῆς ἐμῆς. ἢν γάρ με, ὦ Πάρι, δικάσῃς εἶναι καλήν, ἁπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης. οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα. πλὴν ἄπιθι· πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ.

---

Lucian, Θεῶν Κρίσις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg032.local001/.
