# Θεῶν Διάλογοι 4

Lucian, Θεῶν Διάλογοι, ΠΑΝΟΣ ΚΑΙ ΕΡΜΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-23/4

Εἰπὲ δέ μοι, γεγάμηκας, ὦ Πάν, ἤδη; τοῦτο γάρ, οἶμαι, καλοῦσίν σε. Οὐδαμῶς, ὦ πάτερ· ἐρωτικὸς γάρ εἰμι καὶ οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ. Ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς. Σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ Πίτυϊ σύνειμι καὶ ἁπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν. Οἶσθα οὖν, ὦ τέκνον, ὅ τι χαρίσῃ τὸ πρῶτον αἰτοῦντί μοι; Πρόσταττε, ὦ πάτερ· ἡμεῖς μὲν ἴδωμεν ταῦτα. Καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ· πατέρα δὲ ὅρα μὴ καλέσῃς με ἄλλου ἀκούοντος.

---

Lucian of Samosata, Θεῶν Διάλογοι, ed. Matthew Donald Macleod. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg068.local002/.
