# Ἑταιρικοὶ Διάλογοι 1-4

Lucian, Ἑταιρικοὶ Διάλογοι, μέλιττα καὶ Βάκχις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/1-4

εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι· θαἰμάτια γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπʼ ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα τὴν Σιμίχην ὡς νῦν ἐμέ. τί φής; οὐκέτι σύνεστιν — ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, οἴχεται Χαρῖνος — διʼ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην; μέμνημαι γὰρ ταῦτά σου ἀκούσασα. ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδʼ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
