# Ἑταιρικοὶ Διάλογοι 2-10

Lucian, Ἑταιρικοὶ Διάλογοι, χελιδόνιον και Δροσίς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/2-10

τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν; οὐκ οἶδα, ὦ Χελιδόνιον. ἀλλὰ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφʼ οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο — πρῶτον δὲ ὡμίλησέ μοι — τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ· ἐπεὶ δὲ ἠνιώμην — οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπʼ αὐτῷ — ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ· ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτʼ ἐβάδιζον ἅμα ἐς τὴν πόλιν· ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδʼ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησέ τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλʼ ὁ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκεν ὁ Δρόμων τὸ γραμμάτιον τουτὶ παρʼ αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον· οἶσθα γὰρ δή που γράμματα.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
