# Ἑταιρικοὶ Διάλογοι 2-4

Lucian, Ἑταιρικοὶ Διάλογοι, μέλιττα καὶ Βάκχις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/2-4

δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τι καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτʼ εἶναι. τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς — κατεληλύθει γὰρ, οἶμαι, χρέος τι άπαιτήσων πέμψαντος τοῦ πατρός — οὔτε με προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν τῷ Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν ἐπισιρέφουσαν φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δʼ οὐδʼ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλʼ εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσειας, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
