# Ἑταιρικοὶ Διάλογοι 2-6

Lucian, Ἑταιρικοὶ Διάλογοι, Κρωβύλη καὶ Κόρινανα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/2-6

τὴν μνᾶν λέγεις; οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ θεραπαίνας. πῶς ἔφης, μῆτερ, ἢ τί λέγεις; συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετʼ αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ. καθάπερ ἡ Δαφνίδος θυγάτηρ Λύρα; ναί. ἀλλʼ ἐκείνη ἑταίρα ἐστίν. οὐδὲν τοῦτο δεινόν· καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις. τί ἐδάκρυσας, ὦ Κόριννα; οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδαστοί εἰσιν αἱ ἑταῖραι καὶ ὅρα χρήματα λαμβάνουσι; τὴν Δαφνίδα γοῦν ἐγὼ οἶδα, ὦ φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην· ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
