# Ἑταιρικοὶ Διάλογοι 4-2

Lucian, Ἑταιρικοὶ Διάλογοι, μέλιττα καὶ Βάκχις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/4-2

ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς, Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος, διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε ἐγὼ μὲν ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπʼ ἐμέ. τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι; λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον· ἐπικεῖσθαι δὲ δεῖ μετὰ τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα. ταῦτα δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ πίνειν ἐκείνην μόνην. δεήσει δέ τι αὐτοῦ ἀνδρὸς εἶναι, οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων. ἔχω τὰς κρηπῖδας αὐτοῦ.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
