# Ἑταιρικοὶ Διάλογοι 4-5

Lucian, Ἑταιρικοὶ Διάλογοι, μήτηρ καὶ Μουσάριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/4-5

ἀλλʼ ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέρους, εἰ λάβοι μέ ποτε μετʼ αὐτοῦ. πόσοι δὲ καὶ ἄλλοι ταῦτα ἀπειλοῦσιν; οὐκοῦν ἀνέραστος σὺ μενεῖς διὰ τοῦτο καὶ σωφρονήσεις καθάπερ οὐχ ἑταίρα, τῆς δὲ Θεσμοφόρου ἱέρειά τις οὖσα; ἐῶ τἆλλα. τήμερον Ἁλῶά ἐστι. τί δέ σοι δέδωκεν ἐς τὴν ἑορτήν; οὐκ ἔχει, ὦ μαννάριον. μόνος οὗτος οὐ τέχνην εὕρηκεν ἐπὶ τὸν πατέρα, οὐκ οἰκέτην καθῆκεν ἐξαπατήσοντα, οὐκ ἀπὸ τῆς μητρὸς ᾔτησεν ἀπειλήσας ἀποπλευσεῖσθαι στρατευσόμενος, εἰ μὴ λάβοι, ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρίβων μήτε αὐτὸς διδοὺς μήτε παρὰ τῶν διδόντων ἐῶν λαμβάνειν; σὺ δὲ οἴει, ὦ Μουσάριον, ὀκτωκαίδεκα ἐτῶν ἀεὶ ἔσεσθαι; ἢ τὰ αὐτὰ φρονήσειν Χαιρέαν, ὅταν πλουτῇ μὲν αὐτός, ἡ δὲ μήτηρ γάμον πολυτάλαντον ἐξεύρῃ αὐτῷ; μνησθήσεται ἔτι, οἴει, τότε τῶν δακρύων ἢ τῶν φιλημάτων ἢ τῶν ὅρκων πέντε ἴσως τάλαντα προικὸς βλέπων; μνησθήσεται ἐκεῖνος· δεῖγμα δέ, ὡς οὐδὲ νῦν γεγάμηκεν, ἀλλὰ καταναγκαζόμενος καὶ βιαζόμενος ἠρνήσατο. γένοιτο μὴ ψεύδεσθαι. ἀναμνήσω δέ σε, ὦ Μουσάριον, τότε.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
