# Ἑταιρικοὶ Διάλογοι 4-8

Lucian, Ἑταιρικοὶ Διάλογοι, Τρύφαινα καὶ Χαρμίδης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/4-8

μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα· εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φὴς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προς2βλέπειν ἂν ἔτι δυναίμην αὐτῇ. ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετʼ αὐτῆς· περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί σοι, εἴ γε ζῇ ἔτι. οὐκοῦν ἐπειδὴ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν· Φιλημάτιον δὲ πολλὰ χαιρέτω.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
