# Ἑταιρικοὶ Διάλογοι 5-3

Lucian, Ἑταιρικοὶ Διάλογοι, Ἰόεσσα καὶ Πυθίας και Λυσ́ιας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-25/5-3

Πυθιὰς ὁ ἐν χρῷ κεκαρμένος; εἶτα διʼ ἕκτης ἡμέρας ἀνεκόμησε τοσαύτην κόμην; ἀπὸ τῆς νόσου ἐξυρήσατο, ὦ Λυσία· ὑπέρρεον γὰρ αὐτῇ αἱ τρίχες. νῦν δὲ καὶ τὴν πηνήκην ἐπέθετο. δεῖξον, ὦ Πυθιάς, δεῖξον οὕτως ὄν, πεῖσον αὐτόν. ἰδοὺ τὸ μειράκιον ὁ μοιχὸς ὃν ἐζηλοτύπεις. οὐκ ἐχρῆν οὖν, ὦ Ἰόεσσα, καὶ ταῦτα ἐρωντα ἐφαψάμενον αὐτόν; οὐκοῦν σὺ μὲν ἤδη πέπεισαι· βούλει δὲ ἀντιλυπήσω σε καὶ αὐτή; ὀργίζομαι γὰρ δικαίως ἐν τῷ μέρει. μηδαμῶς, ἀλλὰ πίνωμεν ἤδη, καὶ Πυθιὰς μεθʼ ἡμῶν· ἄξιον γὰρ αὐτὴν παρεῖναι ταῖς σπονδαῖς. παρέσται. οἷα πέπονθα διὰ σέ, ὦ γενναιότατε νεανίσκων Πυθίας. ἀλλὰ καὶ διήλλαξα ὑμᾶς ὁ αὐτός, ὥστε μή μοι χαλέπαινε. πλὴν τὸ δεῖνα, ὅρα, ὦ Λυσία, μή τινι εἴπῃς τὸ περὶ τῆς κόμης.

---

Lucian, Ἑταιρικοὶ Διάλογοι, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg069.local001/.
