# Εὐνοῦχος 12

Lucian, Εὐνοῦχος, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-29/12

οὐχ ὁμόψηφοι πάντες ἦσαν, ἀλλʼ οἱ μὲν ἠξίουν ἀποδύσαντας αὐτὸν ὥσπερ τοὺς ἀργυρωνήτους ἐπισκοπεῖν εἰ δύναται φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων· οἱ δὲ ἔτι γελοιότερον μεταστειλαμένους τινὰς τῶν ἐξ οἰκήματος γυναικῶν κελεύειν αὐτὸν συνεῖναι καὶ ὀπυίειν, καί τινα τῶν δικαστῶν τὸν πρεσβύτατόν τε καὶ πιστότατον ἐφεστῶτα ὁρᾶν εἰ φιλοσοφεῖ. μετὰ δὲ ἐπεὶ πάντας ὁ γέλως κατεῖχε καὶ οὐδεὶς ὅστις οὐ τὴν γαστέρα ἤλγει βρασσόμενος ὑπʼ αὐτοῦ, ἔγνωσαν ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν ἐκπέμψαι τὴν δίκην.

---

Lucian, Εὐνοῦχος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg047.local001/.
